ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιομελα. Ἦχος α’.

Δαβιτικὴν ῥῆσιν πληρουμένην, ἐν σοὶ καθορῶντες, ὁσιομάρτυς Έφραίμ, φαιδρῶς τιμῶμέν σε· ἐν ὄρει γὰρ Ἀμώμων, τὴν ἀρετὴν ἐργασάμενος, ὡς ἐν ὄρει Κυρίου, ἀθῶος ὤφθης ταῖς χερσί, καὶ καθαρὸς τῇ καρδίᾳ, δικαιοσύνην ἐνδυσαμενος· καὶ ἀπαθείας τὰ ἄνθη, μαρτυρικῷ ἀρδεύσας αἵματι, ἀθλητικὴν καρποφορίαν ἐξήνθήσας, καὶ τῶν θαυμάτων τὸν γλυκασμόν, τῇ Ἐκκλησίᾳ βλυστάνεις· δι’ ὧν παθῶν πικρία ξηραίνεται, καὶ πρὸς σωτηρίαν εὐοδοῦνται οἱ βοῶντες· Κύριε δόξα σοι.

Ἦχος β’.

Τῶν ἀρετῶν τὴν τρίβον, συντόνως πορευόμενος, τὸ τῆς σαρκὸς ἐνὲκρωσας φρόνημα, ἐγκρατείας πόνοις, Ἐφραὶμ παμμακάριστε· τὴν δὲ ψυχὴν κατοικητήριον, καὶ καθαρώτατον σκήνωμα, τῆς παναγίας Τριάδος εἰργάσω, ὡς φωτὸς θείου πλήρης· καὶ τοῦ σκότους τὸν ἄρχοντα, δι’ ἀνημέρων βαρβάρων, λυσσωδῶς προσβαλόντα σοι, κραταιῶς ἀπεκρούσω, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ὡς χρυσὸς ἐν καμίνῳ, πολυειδέσι βασάνοις δοκιμασθείς, τῷ ξὺλῳ τῆς ζωῆς ἀποκατὲστης, μαρτυρικῆς εὐκλείας ἀξιούμενος, καὶ πᾶσιν αἰτούμενος, εἰρήνην καὶ θεῖον ἔλεος.