Τοῦ Προφήτου

Παῖδες Ἑβραίων

Σὺ τοῦ δεσπόζοντος τῶν ὅλων, τὴν σεβάσμιον προεῖπες παρουσίαν, Μαλαχία Προφῆτα, μακάριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Δέχου πρεσβεύοντα Οἰκτίρμον, τὸν ἀοίδιμον Προφήτην Μαλαχίαν, ὑπὲρ τῶν εὐσεβῶς, ὑμνούντων καὶ βοώντων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ὅλῳ μοι ὅλος ἀσυγχύτως, καθ’ ὑπόστασιν ἡνώθης Θεοῦ Λόγε, ἐκ Παρθένου σεπτῆς, φορέσας με οἰκτίρμον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Ὁ τοὺς Παῖδας δροσίσας

Μαρτυρίου τὸ κλέος κεκτημένος, μετ᾽ Ἀγγέλων χορεύεις, στεφηφόρος Χριστῷ κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Εὐσεβῆ παρρησίαν κεκτημένος, δυσσεβεῖς καταισχύνεις, ἀναμέλπων μεγαλοφώνως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Λυτρωθῆναι πταισμάτων νῦν δυσώπει, τοὺς ἐν πίστει ὑμνοῦντας τὴν σὴν μνήμην, Χριστῷ βοῶντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἰοβόλους ἀκάνθας ἁμαρτίας, ἰαμάτων πλημμύρᾳ τῶν σῶν, ἀμβλύνεις Θεοκυῆτορ, εὐλογημένη Πάναγνε, ἡ Θεὸν ἀσπόρως τέξασα.