Καὶ νῦν. Τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ

Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ ἐκ νεότητος σαυτὸν ἀναθέμενος, καρδίᾳ τελειωτάτῃ, τῷ παντεπόπτῃ Θεῷ, κοσμικὴν ἀπάτην βδελυξάμενος· ἐντεῦθεν ἰσάγγελον, πολιτείαν ἐζήλωσας, δι’ ἐγκρατείας, καὶ συντόνου δεήσεως, ἐνδιαίτημα, ἀπαθείας γενόμενος· ὅθεν Μαρτύρων σκάμματα, ὑπῆλθες ὡς ἄσαρκος, ὑπὸ βαρβάρων ἀνόμων, σφαγιασθεὶς ἀπηνέστατα. Καὶ νῦν ἐκδυσώπει, τοΐς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ τῶν ὁσίων κοινωνὸς καὶ ὁμότροπος, Μαρτύρων ἐν πᾶσιν ἴσος, ὡς τὴν ἀνδρείαν αὐτῶν, καρτεροῖς ἀγῶσιν ἐνδειξάμενος· ἀστὴρ ὁ πολύφωτος, ἀρετῶν τῆς ἀσκήσεως, ὁ ἐκ τοῦ ὄρους, τῶν Ἀμώμων τοῖς πέρασι, τῶν ἰάσεων, καὶ θαυμάτων τάς χάριτας, πᾶσιν ἐκλάμπων Ἅγιε, καὶ λύων σκοτόμαιναν, παθῶν καὶ πάσης ἀνάγκης, τῇ ταχύτατῃ πρεσβείᾳ σου. Καὶ νῦν ἐκδυσώπει, τοΐς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ φερωνύμως ἐπευφράνας ἐν Πνεύματι, εὑρέσει τῇ παρ’ ἐλπίδα, τῶν σῶν λειψάνων σοφέ, ἐξ ὧν ἀναβλύζει χάρις ἄφθονος· ἐντεῦθεν προστρέχουσι, πανταχόθεν τῇ μάνδρᾳ σου, οἱ ἐν ἀνάγκαις, καὶ ἐν νόσοις καὶ πάθεσι, καὶ τὴν ἴασιν, παραδόξως κομίζονται. Ὅθεν εὐσημῳ στόματι, κηρύττουσιν ἔνδοξε, τὴν σὴν θερμὴν προστασίαν, οἱ τῶν καλῶν σου τρυφήσαντες, Χριστὸν ἀνυμνοῦντες, τὸν θαυμάτων ἐνεργείαις, σὲ μεγαλύναντα.