Σφόδρα πεποιθὼς κατείληφας, τῶν δυσμενῶν τὴν πληθύν, παναοίδιμε Γόρδιε, παρ’ οὐδὲν ἡγούμενος, τῶν ἀνόμων τὸ θέατρον, καὶ στὰς ἐν μέσῳ, κήρυξ αὐτόμολος, μεγαλοφώνως Χριστὸν ἐκήρυξας, Κτίστην καὶ Κύριον, τῷ Πατρὶ συνάναρχον, καὶ τῷ σεπτῶ, Πνεύματι ὁμότιμον, καὶ συναΐδιον.

Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ’ αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὢ τῶν ἀγώνων σου, Ἀθλοφόρε Γόρδιε! δι’ ὧν Χριστόν, Μάρτυς ἐμεγάλυνας, τὸν μόνον εὔσπλαγχνον.

Δόξα… Καὶ νῦν…

Ἦχος δ’ Ἰωάννου Μοναχοῦ

Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ’ ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.


Ἀποστιχα. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β’

Τριήμερος ἀνέστης Χριστὲ

Ἰδοὺ ὁ φωτισμὸς τῶν πιστῶν, ἰδοὺ ὁ ἱλασμὸς ἡμῶν, ἐπιβαίνειν, μέλλει ῥείθροις ποταμοῦ, τὸν ῥύπον ὅπως πλύνῃ, κακίας τῶν ἀνθρώπων, καὶ ἀναπλάσῃ συντριβέντας ἡμᾶς.