Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

Ὑπεισελθὼν ἀτρόμως, καὶ ῥωμαλέως ὡς λέων τὸ θέατρον, πέτρας ὥσπερ ἀψύχους, Μάκαρ ἐλογίσω τοὺς ἄφρονας.

Μεμυημένος Μάρτυς, τῆς θεοπνεύστου Γραφῆς τὰ διδάγματα, πάντα πρὸς σωτηρίαν, εὗρες ἐπαλείφοντα Γόρδιε.

Νενοηκὼς θέοφρον, τὴν σταθεράν σου ὁ Τύραννος ἔνστασιν, πέτρα καθάπερ κῦμα, τῇ σῇ διερράγη στερρότητι.

Θεοτοκίον

Ὁ ἐκ τῆς σῆς νηδύος, ὑπερουσίως Παρθένε σαρκούμενος, θεογνωσίας αἴγλῃ, κόσμον κατελάμπρυνε Πάναγνε.

Ὠδὴ ς’ Ὁ Εἱρμὸς

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος.

Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως;

Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν.

Τοῦ Προφήτου