Τετράδι ψαλῶ

ᾨδὴ γ’ Ἦχος β’ Ὁ Εἱρμὸς

«Τῆς πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».

Ἐν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρῴδου, τοῦ μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος.

Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι.

Ἕτερον Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.

Προσάββατόν τε

ᾨδή ε’ Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

«Πρὸς σὲ ὀρθρίζω, τὸν δι’ εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».

Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.

Ὁρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.