Ταῦτα πάντα ἐτέλουν ἄγνωστα καὶ ἀφανῆ πλείστων ἐνιαυτῶν περιόδοις, κατακαλυπτόμενα τῷ βυθῷ τῆς σιωπῆς καὶ λήθης. Θείᾳ δὲ ἐπινεύσει καὶ ῥοπῇ, ἐν ἔτει 1950, κινηθεῖσα ἡ τῆς Μονῆς ἡγουμένη, ἧς ἡ κλῆσις Μακαρία, ἐποίησατο ἀνασκαφὰς ἐν τῇ ἐκεΐσε αὐλῇ, ἔνθα τῇ γ’ Ἰανουαρίου μηνός, ἀνεύρατο ἐν πολλῇ ἐκπλήξει καὶ θάμβει ἱερῷ, λείψανα ὁσίου ἀνδρός, οὐράνιον ἐκπέμποντα εὐωδίαν καὶ ὀσμήν. Διαποροῦσα καὶ εὐχομένη τίνος ἆρα εἰσὶ ταῦτα, ἐφάνη αὑτῇ θαυμαστὸς καὶ ἱεροπρεπὴς μοναχός, ὅστις τὰ πάντα δῆλα πεποίηκε· τὴν κλῆσιν, τὴν βαρβαρικήν ἐπιδρομήν, τὸ μαρτυρικὸν τέλος, ἔτι δέ, ὅτι τὰ εὑρεθέντα ὀστᾶ ἀνήκουν αὐτῷ, ὡς ἐν ἐκτενείᾳ πως ἀφηγοῦνται τῇ γ’ Ἰανουαρίου, ἐν ᾗ τελεῖται καὶ ἐορτάζεται ἡ εὕρεσις τῶν τιμίων λειψάνων τοῦ Ὁσιομάρτυρος.

Ὁ θεῖος οὗτος Ὁσιομάρτυς, δοξασθεὶς παρὰ Κυρίου, πλεῖστα θαύματα ἐνεργεῖ τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ παντοίας νόσους θεραπεύει τοῖς προσερχομένοις τοῖς ἱεροΐς αὐτοῦ λειψάνοις, ἀποκειμένοις ἐν τῇ παρὰ τὴν Νέαν Μάκρην ἁγίᾳ αὐτοῦ Μονῇ, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ πολλάκις φαινόμενος, βοηθεΐ καὶ ἀρήγει τοῖς ἐν ἀνάγκαις συνεχομένοις, τῇ δεδομένῃ παρὰ Κυρίου αὐτῷ χάριτι.