Γεώδη φρονήματα καταλέλοιπας, πολιτείαν οὐράνιον, Μάρτυς εὑράμενος· καθορᾶν γὰρ μὴ φέρων, τῆς πλάνης τὸ φρύαγμα, εἰς ἔρημον ἐμάκρυνας.

Θεοτοκίον

Οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Δέσποινα, καὶ οὐκ ἔστιν ἄχραντος, πλὴν σου πανάμωμε· ἐν γαστρὶ γὰρ τὸν Κτίστην, τῶν πάντων ἐχώρησας, τὸν μόνον πολυέλεον.

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὂν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε».

Κάθισμα τοῦ Προφήτου

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Προφητείας τὴν χάριν πεπλουτηκώς, ἐσομένων τὴν γνῶσιν θεοπρεπῶς, μεμύησαι ἐν Πνεύματι, Μαλαχία θεόπνευστε, καὶ προλέγεις ἅπασι, Χριστοῦ τὴν ἐπέλευσιν, καὶ Ἐθνῶν πανόλβιε, τὴν θείαν ἀνάκλησιν. Ὃθεν τὴν σεπτήν σου, ἑορτάζομεν μνήμην, καὶ πόθῳ ὑμνοῦμεν σε, καὶ πιστῶς μακαρίζομεν, ἐκβοῶντές σοι ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα… τοῦ Μάρτυρος, ὅμοιον

Πυρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, αὐθαιρέτῳ βουλήσει Μάρτυς σοφέ, προθύμως εἰς θάνατον, σεαυτὸν παραδέδωκας, καὶ σταδίου ἐν μέσῳ, αὐτόκλητος ἵστασο, ἐκβοῶν τοῖς τυράννοις, ἰδοὺ ἐγὼ πάρειμι. Ὅθεν καὶ τὴν πλάνην παρρησίᾳ ἐλέγξας, ἐτμήθης τὴν κάραν σου, καὶ ζωὴν πρὸς τὴν ἄληκτον, μεταβέβηκας ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.