Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων· χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων.

Χαίροις Πάτερ μακάριε.

Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι· Ἀλληλούΐα.

Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν·

Χαῖρε, ἰσότιμος τῶν Ὁσίων· χαῖρε, συνόμιλος τῶν Μαρτύρων.

Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος· χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως.

Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.

Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας· χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.

Χαῖρε, δι’ οὗ ἀνίας ῥυσθήσομαι· χαῖρε, δι’ οὗ παθῶν ἰαθήσομαι.

Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης· χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.

Χαίροις Πάτερ μακάριε.

Ὦ τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ’), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες· Ἀλληλούΐα.