Συναξάριον.

Τῇ ε’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Ἐφραὶμ , τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ κατὰ τὴν Ἀττικὴν ὄρει τῶν Ἀμώμων ἀσκήσαντος καὶ ἀθλήσαντος κατὰ τὸν δέκατον καὶ πέμπτον αἰῶνα.

Στίχοι.

Ἀσκήσει τὴν ἄθλησιν Ἐφραὶμ συνάψας ἀξίως δεδόξασαι παρὰ Κυρίου.

Πέμπτῃ Ἐφραὶμ χερσὶ φονόεσσαις λυγρὸν εὕρατο μόρον.

Οὗτος ἦν τῷ δεκάτῳ καὶ πέμτπῳ αἰῶνι, καὶ ἐκ νεαρᾶς ἡλικίας· δέκατον τέταρτον γὰρ ἦγεν ἐνιαυτόν, ἀφιερώθη τῷ Κυρίῳ, ἄρας ἐπ’ ὤμων τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐν ὄρει τῶν Ἀμώμων, καλουμένῳ, ὄντι ἐν τῇ Ἀττικῇ, ἐν τῇ ἐκεῖσε Μονῇ, ζὴλῳ θείῳ τῶν κρειττόνων μονάσας, τοὺς ἀσκητικοὺς ἤνυε ἀγῶνας, δι’ ἄκρας ἐγκρατείας, καὶ ταῖς λοιπαῖς κατὰ Χριστόν, ἀρεταῖς καθαίρων ἑαυτόν, καὶ θεοειδὴς γνωριζόμενος. Ἀλλὰ φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος μισοκάλου ἐχθροῦ, στίφος ἀλλοφύλων Ἀγαρηνῶν βαρβάρων διὰ θαλάσσης ἐπιδραμόν, φθορᾷ καὶ δῃώσει καὶ λεηλασίᾳ τὰ ἐκεῖσε πάντα, σὺν τῇ Μονῇ, ὑπέβαλον. Τότε δὴ καὶ τὸν μακάριον Ἐφραίμ, μανίᾳ πολλῇ κρατήσαντες, φρικώδεσι τιμωρίαις καὶ βασάνοις καὶ πόνοις κατῃκίζοντο καὶ ἐσπάρασσον, ἕως οὗ βιαὶῳ θανὰτῳ τὴν ἑαυτοῦ ἁγίαν ψυχὴν εἰς χεῖρας Θεοΰ παρέδωκεν τῇ ε’ Μαΐου, ἐν ἔτει σωτηρίῳ 1426, ἡμέρα Τρίτη, περὶ ὥραν θ’.