Τοῦ Προφήτου

Εἰσακήκοα Κύριε

Ὑποφήτης γενόμενος, τῆς θεαρχικῆς Μάκαρ ἀγαθότητος, πᾶσιν Ἔθνεσιν ἐκήρυξας, τὴν γεγενημένην ἀπολύτρωσιν.

Μυηθεὶς διὰ Πνεύματος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, τὸ ἀπόρρητον μυστήριον, Μαλαχία μάκαρ προηγόρευσας.

Θεοτοκίον

Ἐπὶ σοὶ ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καὶ τοῦ βίου τὴν κυβέρνησιν, Κεχαριτωμένη Μητροπάρθενε.

Τοῦ Μάρτυρος

Ἐξ ὄρους κατασκίου

Ῥήσεων Χριστοῦ, παμμάκαρ ὑπακούσας, χαίρων τὴν φθαρτήν, κατέλιπες στρατείαν, καὶ Βασιλεῖ ἐστρατεύθης τῷ οὐρανίῳ, στεφανηφόρε Μάρτυς Γόρδιε.

Διεθρύβησαν μάρτυς, ὄρη τῶν τυράννων, ἐτάκησαν δέ, βουνοὶ οἱ τῶν εἰδώλων, τῇ καρτερᾷ σου ἀθλήσει καὶ παρρησίᾳ, στεφανηφόρε προσεγγίσαντα.

Ἴσχυσας Σταυροῦ, τῇ θείᾳ δυναστείᾳ, δήμῳ δυσσεβεῖ, βοᾶν μεγαλοφώνως· Τοῖς μὴ ζητοῦσιν εὑρέθην μηδ’ ἐρωτῶσι· νῦν πεποιθότως ἐμφανίζομαι.

Ὅλην κατὰ σοῦ, θέοφρον τοῦ τυράννου, ἤγειρας σοφέ, τὴν ἄσχετον μανίαν, καταπλαγέντος παμμάκαρ τῆς διανοίας, καὶ τῆς ψυχῆς σου τὸ ἀνάστημα.

Θεοτοκίον

Νύμφη τοῦ Θεοῦ, Μαρία Θεοτόκε, ῥῦσαί με δεινῶν, πταισμάτων καὶ κινδύνων, καὶ πρὸς γαλήνης λιμένα καὶ σωτηρίας, ταῖς σαῖς πρεσβείαις καθοδήγησον.