Θεοτοκίον.

Ὅλη καθαρὰ καὶ ἐκλεκτή, τῆς παρθενίας ἐκλάμπουσα χάρισιν, ὤφθης Παναμώμητε, καὶ τὸν Θεὸν τῶν ἁπάντων ἐκύησας, ἐπ’ εὐεργεσίᾳ, τῶν γηγενῶν σωματούμενων.

ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.

Ὑψώσας τὸν νοῦν σου πρὸς Θεόν, ταῖς θείαις ἀναβάσεσι, σαρκὸς τὸ φρόνημα ἀπενέκρωσας, καὶ ἀπαθείας ὤφθης κειμήλιον, πόνοις τῆς ἀσκήσεως. Ἐφραὶμ παμμακάριστε, προγυμνάζων σεαυτὸν πρὸς τὴν ἄθλησιν.

Ὡς εἶδες ὡς θῆρες ἀπηνεῖς, κατὰ τῆς θείας μάνδρας σου, ἐπιπεσόντα στίφη τὰ βάρβαρα, ἔστης ἀκλόνητος καὶ ἀπτόητος, τούτων ἐπιθέσεσι, καὶ βασάνων ἔφοδον, παρ’ αὐτῶν θεοφόρε ὑπέμεινας.

Παντοίων κολάσεων ποινάς, ὑπήνεγκας ὡς ἄσαρκος, καὶ τοῦ Βελίαρ πᾶσαν τὴν δύναμιν, τῇ ἀνενδὸτῳ πάτερ ἐνστάσει σου, Ἐφραὶμ ἐξενεύρισας, καὶ Μαρτύρων στέφανον, ἐκ Θεοῦ ἐκομίσω μακάριε.

Θεοτοκίον.

Ἁγίων τὸν Ἅγιον Ἁγνή, ὡς οἶκος ἁγιάσματος, καὶ παρθενίας πάναγνον σκήνωμα, σαρκὸς ἐν εἴδει ἡμῖν γεγένηκας· ὅθεν καθαγίασον, θερμῶς ἱκετεύω σε, τὴν ῥυπῶσαν Παρθένε καρδίαν μου.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Βιώσας ὡς ἄγγελος, ἐν ἐγκρατείᾳ πολλῇ, οἰκείοις ἐν αἵμασι, τὴν σὴν ἁγίαν στολήν, ἐφοίνιξας Ὅσιε· ὅθεν ἐν ἀμφοτέροις, ἵερῶς διαλάμπων, δίδου ἡμῖν ὑψόθεν, τῇ θερμῇ σου πρεσβείᾳ, Ἐφραὶμ ὁσιομάρτυς, ἐν πᾶσι βοήθειαν.