Νενεκρωμένον τὸν νοῦν μου, τῶν παθῶν τρικυμίαις ἀνάστησον, ζωὴν τὴν αἰώνιον, Χριστὸν ἡ κυήσασα, τὸν παρέχοντα πᾶσι τὰ ἰάματα.

Ὁ Εἱρμὸς

«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».

Κοντάκιον τοῦ Προφήτου

Ἦχος γ’

Ἡ Παρθένος σήμερον

Τῆς σοφίας ἔμπλεως, τῆς ὑπερσόφου καὶ θείας, Μαλαχία μέγιστε, σὺ πεφυκὼς ὡς Προφήτης, ἄνωθεν αὐτὸν τὸν ὄντα Θεοῦ σοφίαν, ἔδειξας τοῖς πᾶσι κάτω ἀναστραφέντα· διὰ τοῦτό σε τιμῶμεν, τελοῦντες πίστει τὴν θείαν μνήμην σου.

Ἕτερον τοῦ Μάρτυρος

Ἦχος πλ. β´ Τὴν ἐν πρεσβείαις

Τὸν ἐν ἀθλήσει ἀήττητον στρατιώτην, καὶ ἐν βασάνοις ἀνίκητον στεφανίτην, Γόρδιον πάντες ἀνευφημήσωμεν, τὸν ἐξ Ἑῴας μέγαν, ὄντως ἀστέρα λάμψαντα, τὸ θεῖον ἀγλάϊσμα τῶν Μαρτύρων Χριστοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Γ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου.

Στίχοι

Ὁ κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,

Αὐχεῖ μάλιστα τὴν μετ’ Ἀγγέλων στάσιν.

Ἐκ ῥεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.