Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Εὐτρέπιζε καὶ σύ, Ἰορδάνη τὸ ῥεῖθρον· ὁ πυρὶ γὰρ βαπτίζων, ἐγγίζει τοῦ καινίσαι, τὸ συντριβὲν πλαστούργημα.

Δόξα… Καὶ νῦν… ὅμοιον

Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν ῥείθροις Ἰορδάνου, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΗΓΥΡΙΚΗ ΕΙΣ ΤΟΝ

ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΠΟΝ ΕΦΡΑΙΜ

ΤΟΥ ΕΝ ΤΩ ΟΡΕΙ ΤΩΝ ΑΜΩΜΩΝ

παρὰ τὴν Ἀττικὴν, ἐγγὺς τῆς Νέας Μάκρης,

ἀσκητικῶς διαλάμψαντος καὶ μαρτυρικῶςς τελειωθέντος ἐν τῇ σεβασμίᾳ

ἱερᾷ Μονῇ τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγιας Θεοτόκου.

Ἑορταζομένου τῇ γ’ Ἰανουαρίου καὶ ε’ Μαΐου.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β’, Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Ἀττικῶν πᾶσα πληθύς, ὄρει τῶν Ἀμώμων ἐν πίστει, θερμῇ προσέλθωμεν, μνήμην τὴν πανίερον, τοϋ θεοφόρου Ἐφραιμ, ὁμοφώνως γεραίροντες· οὗτος γὰρ ἐνταῦθα, βίον τὸν ἐνάρετον, πολιτευσάμενος, ἤνυσε Μαρτύρων ἀγῶνας, καὶ διπλῶν στεφάνων ἀξίως, παρὰ τοῦ Σωτῆρος κατηξίωται.