Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Γορδίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου.

Ἦχος πλ. δ’

Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, σοὶ τὸν σὸν Προφήτην ἱκέτην, καὶ πρεσβευτὴν προχειρίζομαι, οὗ ταῖς ἱκεσίαις οἰκτίρμον, καὶ ταῖς πρεσβείαις ὡς εὔσπλαγχνος, ἀπεγνωσμένης ψυχῆς, τὰ πταίσματα διάλυσον, οὐσιώδη κεκτημένος, καὶ φυσικὴν ἀγαθότητα.

Ῥήματα, τῆς θεοκινήτου σου γλώττης, ἐκβεβηκότα θεώμενος· σὲ νῦν μακαρίζω Προφῆτα, τῆς ἀληθείας ἀγάμενος· σὺ γὰρ φωνῇ λιγυρᾷ, τὸν κόσμον περιήχησας, τὴν τοῦ Κυρίου προαγορεύων, παρουσίαν τὴν σωτήριον.

Ἄγγελος, ἀγγελομιμήτῳ σου βίῳ, ἐπὶ τῆς γῆς ἐχρημάτισας, καὶ προσηγορίαν Ἀγγέλου, παναρμονίως ἐπλούτησας, τὴν καλλονὴν τῆς ψυχῆς, τῷ κάλλει τῷ τοῦ σώματος, καταλλήλως συναρμόσας, Μαλαχία παμμακάριστε.

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος.

Ἦχος ὁ αὐτὸς

Ὢ τοῦ παραδόξου θαύματος

Κορυφουμένην θεώμενος, τὴν τῆς ἀπάτης ἀχλύν, φυγαδεύων ἐμάκρυνας, ἀθλοφόρε Γόρδιε, τὸν Θεὸν προσδεχόμενος, πολλοῖς δὲ πόνοις, ἐγγυμνασάμενος, καὶ ταῖς νηστείαις παιδοτριβούμενος, ὥσπερ αἰσθόμενος, τῆς σαυτοὺ δυνάμεως, ἀγωνιστής, ὥρμησας αὐτόκλητος, πρὸς τὸν ἀντίπαλον.