Τοῦ Μάρτυρος

Τὸν προδηλωθέντα

Ἵλεων γενέσθαι, δυσώπησον τὸν Δεσπότην, τοῖς ἐν πίστει σε τιμῶσι, καὶ τὴν σὴν φωτοφόρον, καὶ σεπτὴν Ἑορτὴν ἐκτελοῦσι, Γόρδιε Μαρτύρων ἐγκαλλώπισμα.

Νῦν τῆς ἀκηράτου, τρυφῆς καὶ τῆς θεοπτίας, ἐμφορούμενος Γόρδιε, καὶ φωτὸς ἀνεσπέρου, ἐν σκηναῖς αἰωνίοις κομίζῃ, τάς ἐπικαρπίας τῶν ἀγώνων σου.

Αὕτη ἡ ἡμέρα, τὴν σὴν ἄθλησιν ἐπεῖδεν, ἣν οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐκ ἐκάλυψε λήθη, ἀλλ’ ἀεὶ τοῖς ὑμνοῦσί σε πίστει, Μάρτυς ἀνατέλλει ὥσπερ ἥλιος.

Δόξαν τὴν ῥευστήν, καὶ φθαρτὴν καὶ πεπατημένην, παριδὼν θέοφρον Μάρτυς, ἀϊδίου νῦν δόξης, καὶ χαρᾶς ἀληθοῦς ἀπολαύεις, θρόνῳ τοῦ Δεσπότου παριστάμενος.

Θεοτοκίον

Ὡς διασωθέντες, Παρθένε πρὶν τῆς κατάρας, διὰ τοῦ σοῦ θείου τόκου, ἐπαξίως ὑμνοῦμεν, εὐχαρίστως πάντες μελῳδοῦντες· Χαῖρε Θεοτόκε ἡ ἐλπὶς ἡμῶν.

Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὓμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Μάρτυρος

Γυναῖκες ἀκουτίσθητε

Γορδίου τοῦ θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὔτη ἐπεῖδεν ἡμέρα, τὴν ἄθλησιν, ἧς τὴν μνήμην, λαμπρῶς νῦν ἐκτελέσωμεν, Χριστοῦ γὰρ ὑπερήθλησε. Διαναστῶμεν προθύμως, ὦ φιλομάρτυρες πάντες, πρὸς ἀρετῶν εὐκαρπίαν.