Φῶς τὸ ἐκ φωτός, ὑπὲρ χρόνον προεκλάμψαν, τοῖς ἐν τῇ νυκτί, καθημένοις ἐπεφάνη, καὶ σκότος ἁμαρτίας, ἐκκαθᾶραν ἐφώτισε. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὕα, ἡ λύτρωσις Χριστὸς ἐπέστη, Δαυῒδ βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Δόξα… ὅμοιον

Ἄστρον Ἰακώβ, ἑξανέτειλε τῷ κόσμῳ, καὶ τὴν φλογεράν, τῶν ἀνθρώπων ἁμαρτίαν, ἀναλαβὼν ἐνθάπτει, Ἰορδάνου τοῖς νάμασι, λάμπων τῆς θεότητος τῷ φέγγει, καὶ φωτισμὸν θεογνωσίας, διδοὺς Ἔθνεσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν… ὅμοιον

Νόμου πληρωτής, κατὰ σάρκα χρηματίσας, ἦλθεν ὁ Χριστός, ἀπαρχὴν τῆς σωτηρίας, ἐπὶ τὸν Ἰορδάνην, ἐκτελέσαι ὡς εὔσπλαγχνος, καὶ τῷ Βαπτιστῇ καθυποκλίνει, τὴν κορυφὴν πιστῶς βοῶντι, λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἀποστιχα Στιχηρὰ

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

Ἀπὸ τῆς Βηθλεέμ, ἐπὶ τὸν Ἰορδάνην, μεταβῶμεν· ἐκεῖ γάρ, τὸ φῶς τοῖς ἐν τῷ σκότει, αὐγάζειν ἤδη ἄρχεται.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Γῆ ἡ τοῦ Ζαβουλών, οἱ πέραν Ἰορδάνου, ἀκούσατε· Ἐγγίζει, Χριστὸς ἡ σωτηρία, τὸ φῶς ἡ ἀπολύτρωσις.