Προεόρτια τῆς Συλλήψεως τῆς Ἁγίας Ἄννης, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος α’
Τῶν οὐρανίων ταγμάτων
Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες, Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ’ ἐλπίδα θείαν Σύλληψιν.
Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ’ ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου, τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες.
Τοῦ Ὁσίου, ὅμοιον
Τῶν οὐρανίων χαρίτων, Πάτερ γευσάμενος, τῶν ἐπιγείων πάντων, ἀπεστράφης ἡδέων, τὴν μέθεξιν ἐνθέως· ὅθεν ἀεί, τῆς γλυκείας Πατάπιε, τῶν ἀγαθῶν τῶν ἐκεῖθεν κατατρυφῶν, ἀπολαύσεως, ἀνύμνεις Χριστόν.
Ἔτερα Στίχ. Προσόμοια τοῦ Ὁσίου.
Ἦχος ὁ αὐτὸς
Πανεύφημοι Μάρτυρες ὑμᾶς
Πάτερ Πατάπιε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθηράμενος, ἀπαύστοις πρὸς τὸ θεῖον ταῖς νεύσεσι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Σελ. 123456789101112131415161718