Ἦχος γ’.

Ὁσιότητι ἐμπρέπων, καὶ τῷ Θεῷ ἀμέμπτως ἱερουργῶν, ὡς ἱερεὺς τῆς χάριτος εὐπρόσδεκτος Ὅσιε, ὡς θυσίαν καθαράν, καὶ προσφορὰν τελείαν, τὴν ἐν ἀσκήσει ζωήν, καὶ τὴν ἐν ἀθλήσει στερρότητα, Χριστῷ προσενήνοχας· βαρβαρικαῖς γὰρ χερσὶ συσχεθείς, οὐκ ἐφείσω τῆς προσκαίρου ζωῆς, πρὸς τὴν αἰώνιον ζωὴν κατεπειγόμενος καὶ μαρτυρικῇ κοσμηθεὶς λαμπρότητι, πρὸς τόν νυμφῶνα τῆς ἄνω δόξης ἀνέδραμες, ὁσιομάρτυς Ἐφραὶμ μακάριε· ὅθεν τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτει ἱλασμὸν παρὰ Θεοῦ καὶ μέγα ἔλεος.

Ἦχος δ’.

Τοΐς πάλαι Ὁσίοις ἁμιλληθεὶς καὶ Μάρτυσι, καὶ τῶν ἀγώνων κοινωνήσας αὐτοῖς, τῆς κατ’ αὐτοὺς χάριτος μετέσχες, ἐν τῇ ἀφθονῳ δωρεᾷ, τοῦ Παρακλήτου δοξασθείς, Ἐφραὶμ παμμακάριστε, Θεοῦ θεράπων γνήσιε· ὅθεν ἐνεργῶν ἐν τοῖς θαύμασι, πανταχοῦ προφθάνεις καλούμενος καὶ κατ’ ὄναρ καὶ ὕπαρ παραδόξως φαινόμενος, σωστικὴν βοήθειαν παρέχεις, τοῖς ἐν ἀνάγκαις τελοῦσιν. Ἀλλὰ πρέσβευε Ἅγιε, ταύτην τὴν Μονήν σου ἀπήμαντον τηρεΐσθαι, καὶ τοΐς σὲ τιμῶσι διδόναι, πταισμάτων συγχώρησιν.

Δόξα. Ἦχος β’.

Τὴν ἐν ἀσκήσει ζωήν σου, ὁ τῆς δόξης προσηκάμενος Κύριος, ἀθλητικῆς εὐκλείας σε ἠξίωσεν, Ἐφραὶμ πάτερ Ὅσιε· ἀγγελικῶς γὰρ βιοτεύων, καὶ πρὸς τὸ πρῶτον ἀναγόμενος ἀξίωμα, τῇ τῶν κρειττόνων ἐργασίᾳ, ἐπιδρομέων ἰταμωτάτων, οὐκ ἔπτηξας τὴν ῥύμην· ἀλλ’ ὡς ἀρνίον ἄκακον, δίκην λύκων ὑπ’ αὐτῶν σπαραχθείς, τῇ κεφαλῇ τῶν ὅλων Χριστῷ, τελεώτερον προσηρμόσθης· καὶ τοῦ πόθου εὑρὼν τὴν πλήρωσιν, μὴ παύσῃ ἱλεούμενος ἡμῖν, τὸν σὲ δοξὰσαντα Κύριον.