Δόξα… Καὶ νῦν… ὅμοιον

Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι’ ἡμᾶς, ἤδη ἐπείγεται, ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ· Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.

Κανόνες τρεῖς, ὁ Προεόρτιος εἰς ς’ τοῦ Προφήτου εἰς δ’ καὶ τοῦ Μάρτυρος εἰς δ’.

Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον.

Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Ἀβύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν.

Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος.

Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις· ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν.