ᾨδὴ η’ Ὁ Εἱρμὸς

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Φωνὴ τοῦ Γεννήτορος ἐξ ὕψους, Υἱὸν μαρτυρήσει ὁμοούσιον, βαίνοντα ἐν ὕδασι, καὶ τὴν εὐλογίαν σου, τούτοις προσεπιπέμποντα, εὐλογημένε Χριστέ, καὶ Πνεῦμα σε τὸ Ἅγιον πᾶσιν, ἐπανακηρύξει, Θεὸν σεσαρκωμένον.

Χόρευε ἡ κτίσις αἰσθομένη, Θεοῦ τὴν ἁγίαν ἐπιφάνειαν. Ἄγγελοι ὑμνήσατε, θάλασσα εὐφράνθητι· Λίμναι Πηγαὶ σκιρτήσατε, καὶ Ποταμοὶ μυστικῶς, κροτήσατε ἐν ὕμνοις, ἐπέστη, ὁ ταῖς εὐλογίαις, ὑμᾶς Χριστὸς λαμπρύνων.

Ψάλωμεν Κυρίῳ ἐν αἰνέσει, τῷ ἐπιφανέντι ἐν τοῖς ὕδασι, καὶ τὴν συντριβὴν ἡμῶν, τούτοις ἀναπλάσαντι, καὶ κεφαλὰς συντρίψαντι, τῶν ἀοράτων ἐχθρῶν, καὶ κράξωμεν· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ὦ θαῦμα θαυμάτων! πῶς ὁ πάσης, ἐπέκεινα κτίσεως Θεὸς ἡμῶν, κτίζεται καὶ πλάττεται, ἐκ τῆς Θεομήτορος, καὶ καινουργεῖ θελήματι, καὶ ἀναπλάττει ἡμᾶς, δι’ ὕδατος καὶ Πνεύματος πλάσιν, θαυμασιωτάτην, ὁ μόνος εὐεργέτης.