Τοῦ Προφήτου

Νικηταὶ Τυράννου

Ξενωθεὶς ἁπάσης, ὑλικῆς ἐμφάσεως Ἱεροφάντα, θεϊκῆς ἀκτῖνος, ὤφθης ἀκηλίδωτον ἔσοπτρον μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπορρήτου δόξης, θεατὴς σὺ γέγονας, καὶ μυστηρίων, οὐρανίων μάκαρ, κήρυξ ἐχρημάτισας, μέλπων ἀπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ζωῆς σε Μητέρα, καὶ Θεοῦ γεννήτριαν ἐπεγνωκότες, ὀρθοδόξῳ πίστει, πάντες μακαρίζομεν Παρθενομῆτορ, εὐλογοῦντες ἅμα τὸν τόκον σου Ἄχραντε, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Οἱ θεορρήμονες παῖδες

Ἡ ἑπομένη σοι χάρις ἀοράτως, καταλαμπρύνουσα Μάρτυς, ἀνδραγαθίας ἐνέπλησεν· Εὐλογεῖτε

βοῶντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δρόμῳ συντόνῳ χρησάμενος Ἀθλοφόρε, πρὸς τὸ ποθούμενον τέλος, τῆς Βασιλείας κατήντησας· Εὐλογεῖτε κραυγάζων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εἰς ἀπεράντους αἰῶνας διαμένει, ἡ τῶν Μαρτύρων σου δόξα, καὶ ἡ ἀθάνατος εὔκλεια· Εὐλογοῦμεν διὸ σε ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.