Καὶ νῦν. Τῆς ἑορτῆς.

Α Π Ο Σ Τ Ι Χ Α

Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Νέος ἐν ἀσκηταῖς, καὶ μάρτυσιν ἐδείχθης, Ἐφραὶμ Ὁσιομάρτυς, καὶ ἐνεργεῖς θαυμάτων, δυνάμεις τοῖς τιμῶσί σε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ἤνεγκας καρτερῶς, βαρβάρων τὴν μανίαν, Ἐφραὶμ Ὁσιομαρτυς, καὶ ῥείθροις τῶν αἱμάτων, τὴν σὴν στολὴν ἐφοίνιξας.

Στίχ. Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἄγνωστος πρὶν τελῶν, ἤδη ἡμῖν ἐγνώσθης, Ἐφραὶμ καὶ τῶν λειψάνων, τὴν εὐαγῆ σορόν σου, ὡς πλοῦτον ἡμῖν δέδωκας.

Δόξα. Τριαδικόν.

Ἄναρχε Παντουργέ, ὁμότιμε θεότης, Πάτερ Υἱε καὶ Πνεῦμα, Ἐφραὶμ ταῖς ἱκεσίαις, ἐλέησον τοὺς δούλους σου.

Καὶ νῦν.

Δόξαν σου τὴν πολλήν, ἐν ὄρει τῶν Ἀμώμων, Ἐφραὶμ ὑμνῶν ὁ θεῖος, Παρθένε Θεοτόκε, ὑπερφυῶς ἠγώνισται.

Νΰν ἀπολύεις, τὸ τρισάγιον, τὸ ‘Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α’. Πανεύφημοι μάρτυρες.

Πάτερ Ἐφραὶμ ἀπὸ παιδός, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀσκητικῶς ἠκολούθησας, βίον ἰσάγγελον, ἐν ὄρει Ἀμώμων, διανύον Ὅσιε, ἐν ᾧ βαρβαρικὴν ἰταμότητα, στερρῶς ὑπέμεινας, καὶ Μαρτύρων ἰσοστάσιος, ἀνεδείχθης, ἀθλήσας δι’ αἵματος.