Section 4, from Synesius’ treatise On Dreams (Περὶ Ἐνυπνίων):
Νοῦς μὲν γὰρ ἔχει τὰ εἴδη τῶν ὄντων, ἀρχαία φιλοσοφία φησί. προσθείημεν δ’ ἂν ἡμεῖς, ὅτι καὶ τῶν γινομένων ψυχή· ἐπειδὴ λόγος ἐστὶ νῷ πρὸς ψυχήν, ὅστις τῷ ὄντι πρὸς τὸ γινόμενον. ἐναλλὰξ οὖν πρώτῳ πρὸς τρίτον καὶ δευτέρῳ πρὸς τέταρτον· καὶ ἀνάπαλιν λαβόντες, οὐδὲν ἧττον ἂν ἀληθεύοιμεν ὅροις ἐπιστήμης ἑπόμενοι. οὕτως ἂν ἀποδεδειγμένον εἴη τὸ ὑφ’ ἡμῶν ἀξιούμενον, ὅτι τὰ εἴδη τῶν γινομένων ἔχει ψυχή· ἔχει μὲν οὖν πάντα, προβάλλει δὲ τὰ προσήκοντα καὶ ἐνοπτρίζει τὴν φαντασίαν, δι’ ἧς τὴν ἀντίληψιν τῶν ἐκεῖ μενόντων ἴσχει τὸ ζῷον.
ὥσπερ οὖν οὐδὲ τοῦ νοῦ τῶν ἐνεργειῶν ἐπαΐομεν, πρὶν τῷ κοινῷ τὴν ἐπιστατικὴν δύναμιν ἀπαγγεῖλαι καὶ τὸ μὴ εἰς ἐκείνην ἧκον λανθάνει τὸ ζῷον, οὕτως οὐδὲ τῶν ἐν τῇ πρώτῃ ψυχῇ τὴν ἀντίληψιν ἴσχομεν, πρὶν εἰς φαντασίαν ἥκειν αὐτῶν ἐκμαγεῖα. καὶ ἔοικεν αὕτη ζωή τις εἶναι μικρὸν ὑποβᾶσα καὶ ἐν ἰδιότητι φύσεως στᾶσα. αἰσθητήριά γέ τοι πάρεστι κατ’ αὐτήν. καὶ γὰρ χρώματα ὁρῶμεν καὶ ψόφων ἀκούομεν καὶ ἁφῆς πληκτικωτάτην ἀντίληψιν ἴσχομεν, ἀνενεργήτων ὄντων τῶν ὀργανικῶν μορίων τοῦ σώματος. καὶ μή ποτε ἱερώτερον τοῦτο γένος αἰσθήσεως. κατ’ αὐτό γέ τοι καὶ θεοῖς τὰ πολλὰ συγγινόμεθα νουθετοῦσι καὶ χρῶσι καὶ τἄλλα προμηθουμένοις.
ὥστε εἰ μέν τῳ γέγονε θησαυρὸς ὕπνου δῶρον, οὐκ ἐν θαυμαστοῖς ἄγω· οὐδ’ εἴ τις καταδαρθὼν ἄμουσος, ἔπειτα ἐντυχὼν ὄναρ ταῖς μούσαις καὶ τὰ μὲν εἰπών, τὰ δὲ ἀκούσας, ποιητής ἐστι δεξιός, ὥσπερ ὁ καθ’ ἡμᾶς χρόνος ἤνεγκεν, οὐδὲ τοῦτο τῶν λίαν ἐστὶ παραδόξων. ἐῶ δ’ ἔγωγε καὶ ἐπιβουλὰς καταμηνυθείσας καὶ ὅσοις ὕπνος ἰατρὸς ἐξάντη τὴν νόσον ἐποίησεν, ἀλλ’ ὅταν εἰς τὰς τελεωτάτας τῶν ὄντων ἐποψίας ὁδὸν ἀνοίξῃ τῇ ψυχῇ τῇ μὴ ὀρεχθείσῃ ποτέ, μηδὲ εἰς νοῦν βαλομένῃ τὴν ἄνοδον, τοῦτο ἂν εἴη τὸ ἐν τοῖς οὖσι κορυφαιότατον, φύσεως ὑπερκύψαι καὶ συνάψαι τῷ νοητῷ τὸν ἐς τοσοῦτο πεπλανημένον, ὡς μὴ ὅθεν ἦλθεν εἰδέναι.
Page 12