καὶ ταπεινώσεως βάθρον,

τοῖς ἐκτελοῦσι τὴν μνήμην σου

κατάπεμψον πᾶσιν

οἰκτιρμοὺς τοῦ σοῦ Νυμφίου

καὶ μέγα ἔλεος.

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, γυμνόπους ὡς ἀληθῶς

καὶ μονοχίτων ἡ τὸν βίον τελέσασα,

πανένδοξε Ἐλισάβετ,

ἀσκητριῶν καλλονή,

νύμφη τοῦ Ὑψίστου

πανσεβάσμιε,

ἐκ χρόνων νεότητος

πόθῳ ἀφιερώσασα

ἔφεσιν ὅλην

τῆς ψυχῆς σου τῷ Κτίσαντι,

πᾶσι νέμοντι

εἰς Αὐτὸν τοῖς πιστεύουσι

στέφη τῆς ἀφθαρτότητος·

διὸ καὶ ἠξίωσαι

συγχαίρειν δήμοις Ἀγγέλων

καὶ καθορᾶν τὸ ἀμήχανον

Νυμφίου σου κάλλος

τοῦ προσώπου ἐν τοῖς δόμοις

ἀϊδιότητος.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Δεῦτε τῶν φιλοσίων χοροὶ

μνήμην πανσέμνου Ἐλισάβετ τιμήσωμεν,

ἣν ἔδειξε Θεία Χάρις

πηγὴν θαυμάτων πολλῶν,

φρέαρ ἰαμάτων

ἀκεσώδυνον

καὶ κρήνην ἀκένωτον

ἐναργοῦς ἀντιλήψεως

πρὸς τρυχομένους,

θλιβομένους καὶ κάμνοντας

καὶ βοήσωμεν

ἐκ μυχίων· Ἀσκήτρια

πάνσοφε, ἡ μισήσασα

τοῦ βίου τὰ ῥέοντα

καὶ τὰ φθαρτὰ ὡς σκιώδη,

μὴ διαλείπῃς πρεσβεύουσα

Χριστοῦ δοῦναι πᾶσι

σθένος ἔνεδρα πατῆσαι