Αὐτοῦ ὅθεν τῆς ὡραιότητος τρυφῶσα,

Ἐλισάβετ παναοίδιμε,

αἴτει δοῦναι πᾶσιν ἡμῖν βίου διόρθωσιν.

Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου….

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στήλη ἀσκητριῶν,

τρισμάκαρ Ἐλισάβετ,

καὶ τεῖχος ἐγκρατείας

ἐπώφθης· ὅθεν πάντες

τὴν μνήμην σου γεραίρομεν.

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Λάμψασα ἀρεταῖς

ἀμέμπτου πολιτείας

καὶ κακουχίαις πλείσταις

τοῦ πλάνου, Ἐλισάβετ,

ἀπάτης ζόφον ἔλυσας.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαῖρε τῆς προσευχῆς

ἀσύλητον ταμεῖον,

Ὁσία Ἐλισάβετ,

σκληραγωγίας βάθρον

καὶ ἀπαθείας κόσμημα.

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ

καὶ Πνεύματι τῷ θείῳ,

Τριὰς ὑπεραγία,

λιταῖς τῆς Ἐλισάβετ

ἁγίασον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.

Ὄχημα εὐπρεπὲς

τοῦ νοητοῦ Ἡλίου,

Χριστοῦ τοῦ Φωτοδότου,

Πανάχραντε, σοὺς δούλους

φωτὶ ἀδύτῳ αὔγασον.

Νῦν ἀπολύεις…..τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·