Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Ἀμνάς, Ἐλισάβετ, τοῦ Χριστοῦ

εὐπρεπὴς καὶ ἄμωμος

ὀφθεῖσα βίον διήνυσας

σοῦ τὸν ἐπίγειον

ἐν χρηστοηθείᾳ,

ταπεινώσει, δάκρυσιν,

ἀσκήσεσι συντόνοις, δεήσεσι

καὶ τοῦ σαρκίου σου

κατατήξει, χαριτόβρυτε

ἰαμάτων

πηγὴ ἀδαπάνητε.

Βλαστὲ Ἡρακλείας εὐθαλές,

τῆς ἐν Θράκῃ, σύλλογον

τῶν Χριστωνύμων κατηύφρανας

τῇ εὐωδίᾳ σου

τῶν κατορθωμάτων

καὶ τῶν θαυμασίων σου,

λευκάνθεμον Χριστοῦ θείας πίστεως

καὶ ἴον εὔοσμον

ἐγρηγόρσεως καὶ νήψεως,

Ἐλισάβετ,

Ὁσίων ἀγλάϊσμα.

Σεπτῆς Γλυκερίας προσευχαῖς,

τῆς Μεγαλομάρτυρος,

συνέλαβέ σε ἡ μήτηρ σου

δῶρον ὡς πάντιμον,

ἡ τῆς ἀτεκνίας

φέρουσα τὸ ὄνειδος,

Ὁσία Ἐλισάβετ, πανεύφημε,

σέμνωμα πίστεως

καὶ σοφίας ἐνδιαίτημα,

ἐποφθεῖσα

ἀλάβαστρον χάριτος.

Γυμνόπους διῆλθες ἐπὶ γῆς

βίον σου τὸν πρόσκαιρον

καὶ μονοχίτων, ἀσκήσεως

ἄκρας ὑπόδειγμα,

κεχαριτωμένη

Ἐλισάβετ, πρότυπον

ἀνδρείων γυναικῶν καὶ ἀείῤῥυτον

ῥεῖθρον ἰάσεων,

ἡ θεόθεν χάριν ἄφθονον

εἰληφυῖα

θαυμάτων, ἀοίδιμε.

Λαγόνων ἐκ σοῦ τῶν μητρικῶν

τὸν Χριστὸν ἠγάπησας

καὶ ὥσπερ προῖκα παρέδωκας

Αὐτῷ καρδίαν σου,

Ἐλισάβετ θεία,

ὄντως πολυτίμητον,