Θεοτοκίον. Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος…

Ἀπόλυσις.

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ἐξέστησαν χοροὶ

οὐρανίων ταγμάτων

ὁρῶντες τὴν φαιδρὰν

ἐν Χριστῷ βιοτήν σου

καὶ τὰ κατορθώματα

τῆς στεῤῥᾶς σου ἀσκήσεως,

νύμφη πάγκαλε

τοῦ Λυτρωτοῦ, Ἐλισάβετ,

καὶ γηθόμενοι

εἰσήγαγόν σε εἰς πόλιν

τῆς ἄνω λαμπρότητος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἀτάκτων λογισμῶν

τὴν ὁμίχλην μου λῦσον

φωτὶ σῶν πρεσβειῶν

τῶν ἐνθέρμων, Παρθένε,

καὶ ζόφωσιν σκέδασον

τῶν παθῶν τυραννούντων με

ἀμαρύγμασι

σῆς ἐναργοῦς προστασίας,

ἀντιλήψεως,

εὐνοίας καὶ θείας σκέπης,

πιστῶν ἀγαλλίαμα.

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Μονοχίτων ἐπὶ γῆς

καὶ ἀνυπόδητος, κλεινὴ

Ἐλισάβετ, εὐλαβῶς

ἐβίως ᾄδουσα Χριστὸν

καὶ κακουχίαις λαμπρύνασα τὴν ψυχήν σου

ἤστραψας βολαῖς

παντοειδῶν ἀρετῶν

καὶ ἀσκητριῶν

ηὔγασας θείους χορούς·

διὸ ψαλμοῖς καὶ ᾄσμασιν

ἀνευφημοῦμεν τὴν πάντιμον μνήμην σου,

ἀμνὰς Κυρίου πεφιλημένη

καὶ ἀζύγων ὡράϊσμα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.