εἰς σωτηρίαν, Ἐλισάβετ τρισμακάριστε·

ὅθεν τὴν μνήμην σου ἀξιοχρέως ἑορτάζοντες

καὶ μιμούμενοι τὰ τῆς σῆς ἀσκήσεως κατορθώματα

Χριστὸν δοξάζομεν τὸν σὲ δυναμώσαντα

καὶ παρέχοντα πᾶσιν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος ὁ αὐτός.

Βραβεύων ὁ Κύριος τὴν σὴν ἰσάγγελον πολιτείαν

καὶ τοὺς νυχθημέρους τῆς ἀσκήσεως πόνους

θαυμάτων ξένων ἔδειξέ σε χειμάῤῥουν,

Ἐλισάβετ θεομακάριστε·

ὅθεν σήμερον συναχθέντες οἱ φιλέορτοι τιμῆσαι τὴν μνήμην σου

μακαρίζομέν σε ὡς ἀσκήτριαν ἀνδρικὸν ἔχουσα φρόνημα

καὶ κύπτοντες τὸν αὐχένα ψυχῆς καὶ σώματος

τὰς ἀδιαλείτους σου εὐχὰς αἰτούμεθα

πρὸς βίον κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε,…

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, κοσμῆτορ ἀσκητριῶν,

Ὁσίων πάντων γυναικῶν ἐγκαλλώπισμα,

ὁ γόνος τῆς Ἡρακλείας,

τῆς Θράκης θεῖος βλαστός,

τὸ τῆς εὐσεβείας

περιτείχισμα,

ἁγνείας θησαύρισμα,

ἐγκρατείας ὀχύρωμα,

σκληραγωγίας

τῆς σαρκὸς σεμνολόγημα

καὶ βιώσεως

ἀκραιφνοῦς ἐνδιαίτημα·

Μῆτερ πνευματοφόρητε,

συνέσεως μέλαθρον