Θεοτόκε Μαριάμ,

Χριστιανῶν καταφυγὴ

ἐν δεινοῖς καὶ πειρασμοῖς

καὶ περιστάσεσι, σεμνή,

μὴ διαλείπῃς θεόθεν ἐπευλογοῦσα

πάντας τοὺς πιστῶς

σὲ ἀνυμνοῦντας ᾠδαῖς

Δέσποινα, τερπναῖς

ὡς χοϊκῶν χαρμονὴν

καὶ λυπηρῶν ὀλέτειραν,

ἡγιασμένον τοῦ Κτίσαντος σκήνωμα

καὶ χρυσοποίκιλτε θρόνε δόξης

εὐϊλάτου Παντάνακτος.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.

Τὴν ἀνυπόδητον καὶ μονοχίτωνα

ὁσίαν μέλψωμεν ὡς νύμφην πάγκαλον

τοῦ Θεανθρώπου Ἰησοῦ εὐσχήμοσι μελῳδίαις,

Ἡρακλείας βλάστημα, Ἐκκλησίας κιννάμωμον

καὶ ἡδύπνουν κύμινον ἀπαθείας καὶ νήψεως

ψυχῆς ἐν κατανύξει βοῶντες· Χαίροις, τρισμάκαρ Ἐλισάβετ.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον

φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου,

ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,

καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,

ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως

καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.