Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας, πρεσβείαις, Ἐλεῆμον,…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον….

Ἰδιόμελον. Ἦχος πλ. β΄

Δεῦτε, φιλοσίων οἱ δῆμοι τιμήσωμεν

Ἐλισάβετ, τὴν θεαυγεστάτην ἀσκήτριαν,

δαψιλῶς οὐρανόθεν λαβοῦσαν τὴν χάριν τῶν ἰάσεων

ἐν εὐλαβείᾳ κραυγάζοντες·

Ἡ ἰσαγγέλως πολιτευσαμένη

καὶ ἀξιωθεῖσα Ἀγγέλοις συναγάλλεσθαι,

εὐλόγει καὶ ἁγίαζε τοὺς τιμῶντας τὴν μνήμην σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

Εἶτα ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς·

” Ἐλισάβετ Ὁσίας ἀσκήσεως ὑμνῶ πόνους. Χ.”

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἐνθέου ἀσκήσεως

νῦν, Ἐλισάβετ πανύμνητε,

τῆς σῆς μεγαλύνοντες

καμάτους πανευλαβῶς

σὴν ὑπέρτιμον

ἐπιτελοῦμεν μνήμην

φιλέορτοι ἅπαντες

ὕμνοις ἐμπρέπουσι.

Λαμπὰς ὁσιότητος,

ἀκτημοσύνης ἀπαύγασμα,

φρυκτώρημα νήψεως

καὶ παμφαὲς ἀρετῆς

σέλας, ἔλυσας

σκοτίαν, Ἐλισάβετ,

συντόνῳ ἀσκήσει σου

τῆς ματαιότητος.

Ἰδεῖν κατηξίωσαι

μορφῆς τὸ κάλλος τὸ ἄῤῥητον

ἐν πόλου σκηνώμασι

τοῦ σοῦ Νυμφίου Χριστοῦ,