πάντων καὶ βοήθεια

τῶν ζητούντων σὴν εὔνοιαν, Δέσποινα.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὴν μνήμην σου, Ἐλισάβετ,

τὴν φωτοφόρον οἱ πιστοὶ

ἐπιτελοῦντες ἐκθύμως

ἀναβοῶμεν· Ἐκ φθορᾶς,

δεινῶν καὶ βλάβης παντοίας

ἡμᾶς ἐκλύτρωσαι τάχος.

Θεοτοκίον.

Ἡ ἁγιάζουσα βίον

σῇ προστασίᾳ εὐσεβῶν

καὶ ἀντιλήψει ταχείᾳ,

Θεογεννῆτορ Μαριάμ,

ἡγιασμένον δοχεῖον

Θεοῦ, εὐλόγει σοὺς δούλους.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος !

Μῆτερ Ἐλισάβετ, πάγκαλε

περιστερὰ τοῦ Χριστοῦ,

τῆς ψυχῆς διεπέτασας

τὰς ἁγνάς σου πτέρυγας

πρὸς θεώσεως ἄῤῥητον

ὕψος· διόπερ

ἐν γῇ ὡς Ἄγγελος

βιωσαμένη

τῷ ὄντι ἄσαρκος

πάθη χαμαίζηλα

καὶ ἀτάκτους, εὔφημε, ὁρμὰς σαρκὸς

χαίρουσα ἐμάρανας

τῇ Θείᾳ Χάριτι.

Μῆτερ Ἐλισάβετ, πάνσεμνε,

ἀσκητικὰς ἀτραποὺς

διανύσασα πρότυπον

ὤφθης ταπεινώσεως,

ἑκουσίων στερήσεων,

χαμαικοιτίας,

παννύχων στάσεων

καὶ ἀσιτίας·

διὸ τιμῶντές σε

μνήμην σου πάνσεπτον

ὕμνων ἴοις στέφομεν καὶ μελιχρῶν

ἐπῳδῶν τοῖς ἄνθεσι,

θεομακάριστε.

Μῆτερ Ἐλισάβετ, ἄσπιλε,

θαυματουργεῖν ἐκ Θεοῦ

δαψιλῆ χάριν εἴληφας