Θεοκῦμον ἄχραντε,

παραμυθία

εὐσεβῶν ἐν θλίψεσι

καὶ γαληνότατος λιμὴν

τοῖς ποντουμένοις ἐν κλύδωσι

τοῦ βίου, πλῆσον

ἡμᾶς τῆς σῆς χάριτος.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὁλοθύμως τῷ Κυρίῳ

σεαυτὴν ἀφιέρωσας

ἐκ νεότητός σου,

μῆτερ Ἐλισάβετ, πανθαύμαστε,

καὶ ἀγαθῶν τῶν ἐν πόλῳ κατηξίωσαι

ὡς ἰσάγγελος

Ἀγγέλοις συνεπαγάλλεσθαι.

Σὲ τιμῶμεν, Ἐλισάβετ,

τὴν ἀνδρείαν ἀσκήτριαν,

ὡς ἐπαγελλίας

δῶρον, ἧς ἡ γέννησις ηὔφρανε

τοὺς εὐσεβεῖς σου, πανεύφημε, γεννήτορας,

καὶ ἐκόσμησε

τὴν Ἐκκλησίαν τοῦ Κτίσαντος.

Ἰαμάτων μυροθήκη

καὶ θαυμάτων ἀλάβαστρον

ὤφθης, Ἐλισάβετ,

νύμφη τοῦ Κυρίου ἀμόλυντε,

ἡ τοὺς προστρέχοντας χάριτι τῇ θείᾳ σου

καθηδύνουσα

τῇ ἀκλινεῖ ἀντιλήψει σου.

Θεοτοκίον.

Ἀπειρόγαμε Παρθένε,

Ἐλισάβετ δεήσεσι

τῆς Ὁσίας ῥῦσαι

βλάβης τοῦ ἐχθίστου σοὺς πρόσφυγας,

τοὺς εἰς αἰῶνας αἰώνων μεγαλύνοντας

θαυμασίων σου

πληθὺν τὴν ἄμετρον, Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Σημεῖα καὶ τέρατα

τελεῖς Θεοῦ τῇ χάριτι,

γυναικῶν Ὁσίων, Ἐλισάβετ,

φανὲ καὶ λύχνε

παντοδαπῶν ἀρετῶν·

διό σου τὴν μνήμην τὴν σεπτὴν

πάντες ἑορτάζομεν

καὶ ᾠδαῖς καταστέφομεν.

Ἁγνότητος σκήνωμα