Στίχοι.

Ἐλισάβετ, ἐβράβευσε σοὺς ἀγῶνας

Χριστός, ὁ δείξας σε θαυμάτων χειμάῤῥουν.

Συναξάριον.

Ἡ Ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Ἐλισάβετ, ἧς ἡ γέννησις ἐδηλώθη ἄνωθεν διὰ θείας ἀποκαλύψεως καὶ παρὰ Θεοῦ προεμηνύθη ὡς σκεῦος ἐκλογῆς, ἐκ νεαρᾶς ἡλικίας ἠσπάσθη τὸ μοναχικὸν σχῆμα. Πολιτευσαμένη ἐν ἄκρᾳ σκληραγωγίᾳ καὶ νηστείᾳ γυμνόπους καὶ μονοχίτων τὸν βίον διῆλθεν ὑπομείνασα τὸν καύσωνα τοῦ θέρους καὶ τὸ ψῦχος τοῦ χειμῶνος ὡς ἄσαρκος. Μαράνασα οὕτω τῆς σαρκὸς τὰς ὀρέξεις καὶ τὸ πνεῦμα ζωοποιήσασα ἐθεώθη κατὰ μέθεξιν καὶ οὐρανίων ἠξιώθη χαρίτων. Ἐκοιμήθη ἐν εἰρήνη καὶ ὁ τάφος αὐτῆς ἀνεδείχθη πηγὴ ἀκένωτος ἰαμάτων τοῖς μετὰ πίστεως αὐτὸν ἀσπαζομένοις.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Στηλογράφημα

ἀνδρείας ἀνεξίτηλον,

στεῤῥᾶς ἀσκήσεως,

ἀμέμπτου διαγωγῆς

ἐπώφθης καὶ νήψεως·

διό σε πάντοτε

ἀνυμνοῦντές σε

θεοπειθεῖς ζητοῦμέν σου,

Ἐλισάβετ, ἱκεσίας.

Ὑμνῳδίαις σε

εὐτάκτοις μεγαλύνομεν

καὶ καταστέφομεν

ᾀσμάτων ἴοις τερπνῶν

τὴν πάνσεπτον μνήμην σου,

σεμνὴ ἀσκήτρια,