καὶ παρθενίας μέλαθρον,
μῆτερ θεοφόρε, Ἐλισάβετ,
γυμνόπους βίον
διῆλθες ἀσκητριῶν
σεπτῶν ὡς ἀκρότης καὶ σοφῶς
εὐτελὲς ἀσκήσεως
ἔσχες ἕνα τριβώνιον.
Συνέσεως ἔλαμψας
φωτὶ καὶ ταπεινώσεως
ἀστραπαῖς, Ὁσία Ἐλισάβετ,
τὴν σκοτομήνην
τῶν χαμαιζήλων παθῶν
ἡ λύσασα πίστει ἀκλινεῖ
καὶ τῆς ματαιότητος
νυχθημέροις καμάτοις σου.
Θεοτοκίον.
Κακότητος τήρει με
τοῦ πονηροῦ ὑπέρτερον,
Κεχαριτωμένη Θεοτόκε,
αὐτοῦ μανίαν
διὰ σεπτοῦ σου Υἱοῦ,
τοῦ Λόγου Παντάνακτος Θεοῦ,
τάχος ἡ πατήσασα,
τοῦ αὐτὸν θανατώσαντος.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἡ μονοχίτων τὸν βίον σου,
Ὁσία, διελθοῦσα, κατήντησας
εἰς ἀφθαρτότητα
Χριστοῦ τὸ κάλλος θεάσασθαι
ἀπαύστως, Ἐλισάβετ,
μορφῆς τὸ ἄῤῥητον.
Σοφίας σύνοικος πέφηνας,
Ὁσία Ἐλισάβετ, ἐκ χρόνων σου
τῶν τῆς νεότητος
καὶ ἀρετῆς ὁμοδίαιτος·
διὸ ἀξιοχρέως
σὲ μεγαλύνομεν.
Ἐξ ὕψους θείας εὐκλείας σου
ἐπίβλεψον ἐπὶ τοὺς ὑμνοῦντάς σε
ὡς θεοείκελον
καὶ θεοφόρον ἀσκήτριαν,
Ὁσία Ἐλισάβετ,
Ἀγγέλων σύσκηνε.
Θεοτοκίον.
Ὡς εὐσεβῶν καταφύγιον
ἐν βίου τρικύμιαις τιμῶμέν σε,
Θεογεννήτρια,
καὶ παραμύθιον ἔνθερμον
ἐν λυπηροῖς τοῦ βίου
καὶ περιστάσεσι.
Σελ. 1234567891011121314151617181920212223