Ὃν ἠγάπησας

ἐξ ὅλης σου καρδίας

καὶ ᾯ ἀφιέρωσας

βίον σου πρόσκαιρον.

Θεοτοκίον.

Συνέσεως μέλαθρον,

ἁγνείας θρόνε χρυσότευκτε,

εἰκὼν ταπεινώσεως

καὶ παρθενίας λειμών,

Μητροπάρθενε,

σοὺς δούλους οὐρανόθεν

εὐλόγει, ἁγίαζε,

σκέπε καὶ φύλαττε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἀμνὰς τοῦ Χριστοῦ εὐπρεπεστάτη,

Ὁσίων μητέρων καλλονή,

σοφῶς ὑπερεφρόνησας

προσκαίρου ματαιότητος

καὶ ὕψος εἰς θεώσεως

ἐπήρθης, εὖ, δυσαντίβλεπτον.

Βλαστὲ Ἡρακλείας τῆς ἐν Θράκῃ,

σεμνὴ Ἐλισάβετ, εὐανθῆ

ἀσκήσεως λευκάνθεμα

ἐξήνθησας καὶ νήψεως,

ἡδύνοντα τὰ σύμπαντα

τῶν ἀρετῶν εὐωδίᾳ σου.

Ἐκ μήτρας προῆλθες, Ἐλισάβετ

θεόφιλε, στείρας τῇ εὐχῇ

τῆς Γλυκερίας, Μάρτυρος

Χριστοῦ, τῆς γενναιόφρονος,

καὶ δῶρον τῇ τεκούσῃ σε

ἐδόθης ὥσπερ οὐράνιον.

Θεοτοκίον.

Ταμεῖον ἀσύλητον ἁγνείας,

συντήρει ἀείποτε ἁγνοὺς

ἡμᾶς σε μακαρίζοντας,

Θεογεννῆτορ ἄχραντε,

Παρθένε ἀπειρόγαμε,

θεοχαρίτωτε Δέσποινα.

Κάθισμα. Ἦχος γ΄. Ἐπεφάνης σήμερον.

Ἀρνηθεῖσα φρόνημα

βρότειον ἦρας,

Ἐλισάβετ ἄμεμπτε,

μοναζουσῶν σεπτὸν ζυγὸν

καὶ παρθενίαν φυλάξασα

ἄφθορον ὤφθης

Χριστοῦ νύμφη πάγκαλος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.