ἡ τὸν βίον σου

ὡς ὄντως ἀνυπόδητος,

Ἐλισάβετ, διελθοῦσα.

Μονοχίτωνος

τοὺς πόνους καὶ γυμνόποδος

στεῤῥᾶς ἀσκήσεως

ὑμνολογοῦμεν λαμπρῶς,

μητρὸς οὐρανόφρονος

αὐτῇ κραυγάζοντες·

Νύμφη ἄσπιλε

Χριστοῦ τοῦ πανοικτίρμονος,

χαῖρε, μάκαρ Ἐλισάβετ.

Θεοτοκίον.

Νίκης δίδου μου

στεφάνους, Μητροπάρθενε,

Θεογεννήτρια,

κατ’ ἐπιβούλου ἐχθροῦ

ζητοῦντος εἰς βόθυνον

τὸν τῆς κολάσεως

ἀποῤῥίψαι με,

ἡ δι’ Υἱοῦ σου σώσασα

ἅπαν γένος τῶν μερόπων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὤφθης γυναικῶν Ὁσίων κλέος

καὶ γέρας ἀσκητριῶν, πνευματοφόρητε

Ἐλισάβετ, σέμνωμα

τοῦ Χριστοῦ τῆς πίστεως·

διό σε μακαρίζοντες

ψαλμοῖς καὶ ᾄσμασιν

αἰτούμεθα τὰς σὰς ἱκεσίας

πρὸς τὸν σὸν Νυμφίον,

Χριστὸν τὸν Ζωοδότην.

Πλῆθος, Ἐλισάβετ, ἀνυμνοῦντες

θαυμάτων σου καὶ σὴν μνήμην καταστέφοντες

μελιῤῥύτοις ᾄσμασιν

ὁλοθύμως κράζομεν·

Ἀσκητριῶν θησαύρισμα

καὶ σεμνολόγημα

σαρκὸς σκληραγωγίας, μὴ παύσῃ

καθιλεουμένη

ἡμῖν τὸν σὸν Νυμφίον.

Ὄχημα, Ὁσία Ἐλισάβετ,

ἁγνείας, σκληραγωγίας καὶ σεμνότητος,

πάντας καταξίωσον

σὲ τοὺς μακαρίζοντας

τῆς ἀρετῆς πορεύεσθαι

ὁδὸν τὴν δύσβατον,

ἀπάγουσαν πρὸς πόλου σκηνώσεις,