Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς ἐκλογῆς τὸ θεῖον σκεῦος εὐφημήσωμεν

ὡς ἀρετῶν παντοίων ὄλβον πολυτίμητον,

Ἐλισάβετ τὴν Ὁσίαν, ψαλμοῖς καὶ ὕμνοις

ἀνυπόδητον σαφῶς καὶ μονοχίτωνα

διελθοῦσαν βίον γήϊνον κραυγάζοντες

μετὰ πίστεως· Χαίροις, Μῆτερ ἀοίδιμε.

Ὁ Οἶκος.

Ἄγγελοι, Ἐλισάβετ,

τοὺς σεπτούς σου ἀγῶνας

ἐθαύμασαν , ἀσκήτρια σῶφρον,

καὶ βροτῶν οἱ χοροὶ σὴν πληθὺν

τῶν θαυμάτων, μῆτερ θεία, θεώμενοι

ἐν κατανύξει ἔψαλλον

καὶ πίστει σοι ἐβόων ταῦτα·

Χαῖρε, ἀσκήσεως ἡ κινύρα·

χαῖρε, συνέσεως ἡ κιθάρα.

Χαῖρε, παρθενίας σεπτὸν ἐνδιαίτημα·

χαῖρε, ἐγκρατείας μυρίπνοον ἄνθισμα.

Χαῖρε, ὅτι ἀνυπόδητος ἐπορεύθης ἐπὶ γῆς·

χαῖρε, ὅτι στῦλος σώφρονος πέφηνας διαγωγῆς.

Χαῖρε, σκεῦος χαρίτων διαυγὲς οὐρανίων·

χαῖρε, λύχνος θαυμάτων παμφαὴς ξενοτρόπων.

Χαῖρε, Χριστῷ ἡ εὐαρεστήσασα·

χαῖρε, Αὐτοῦ τὴν εὔκλειαν δείξασα.

Χαῖρε, πιστῶν ἀκλινὴς ἀντιλήπτωρ·

χαῖρε, ἡμῶν ἐν κινδύνοις συλλήπτωρ.

Χαίροις, Μῆτερ ἀοίδιμε.

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΚΔ΄ Ἀπριλίου, ἐν ᾧ λέγομεν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας καὶ θεοφόρου μητρὸς ἡμῶν Ἐλισάβετ τῆς θαυματουργοῦ.