ὡς τῆς σῆς ἀσκήσεως

τῆς στεῤῥᾶς ἀντιμίσθιον·

διὸ ταχέως

πιστῶν οἱ σύλλογοι

ἐν δυστυχίαις

καὶ περιστάσεσι

πλείστοις προσφεύγομεν

προσευχῶν σου νάμασιν ὡς εἰς πηγὴν

συμπαθείας βλύζουσαν

ἡμῖν ἰάματα.

Μῆτερ Ἐλισάβετ, πάνσοφε,

ἀπαρνηθεῖσα τερπνὰ

καὶ ἡδέα ὡς ῥέοντα

καὶ σποδὸν ἀνέδραμες

ὑπαντῆσαι τῷ Κτίστῃ σου

κακουχουμένη

οὖν, θεοφόρητε,

καὶ μονοχίτων

τὴν σάρκα ἔτηξας

καὶ εἰς τὰ δώματα

οὐρανῶν εἰσέδραμες τὰ παμφαῆ

λαμπροχίτων, ἄλκιμε,

καὶ στέφος φέρουσα.

Δόξα. Ἦχος πλ. α΄.

Ἀποταξαμένη τὰ τοῦ κόσμου

τῷ ὡραίῳ κάλλει παρὰ πάντας βροτοὺς συνετάχθης

καὶ Αὐτῷ ψυχῆς ὁλοτρόπῳ ἐφέσει ἠκολούθησας,

Ἐλισάβετ πανένδοξε·

καὶ νῦν τὸν ποθεινόν σου Νυμφίον καθορῶσα ἰδίοις ὄμμασιν

ἐν τῇ οὐρανίῳ παστάδι

χάριν εὗρες πρεσβεύειν ὑπὲρ τῶν τελούντων

τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,…

Δοξολογία Μεγάλη καὶ ‘Απόλυσις.

Ε Ν Τ ῌ Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

Ἀπόστολος πρὸς Γαλάτας. (Κεφ. ε΄ 22 – στ΄ 2 ).

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος ἐστιν ἀγάπη, χαρά,…