τοῦ παναλάστορος.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν ἀπαρνηθεῖσαν παιδιόθεν πᾶν βρότειον φρόνημα

καὶ Χριστῷ ἑαυτὴν ὁλοθύμως ἀφιερώσασαν,

Ἐλισάβετ, τιμήσωμεν, τὴν ἰσάγγελον ἀσκήτριαν,

ἐν κατανύξει κραυγάζοντες·

Ἀμνὰς εὐπρεπεστάτη τοῦ Ἀρχιποίμενος Λόγου τοῦ Ὑψίστου,

τήρησον ἡμᾶς ἀσινεῖς ἐν τῇ ἀγέλῃ τῆς πίστεως

καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου

τὰς ψυχὰς τῶν εὐλαβῶς ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι…

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Θαυμαστῶς μονοχίτων καὶ γυμνόπους τὸν βίον σου

διελθοῦσα ὕφηνας χλαῖναν σῆς ψυχῆς πολυτίμητον

νηστείᾳ δὲ μαράνασα ὁρμὰς

ἀλήκτων ἐνεπλήσθης ἀγαθῶν

καὶ ἰάσεις ἠξιώθης παρέχειν, Ἐλισάβετ, τοῖς κραυγάζουσι·

Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,

δόξα τῷ σὲ θαυμαστώσαντι,

δόξα τῷ δωρουμένῳ διὰ σοῦ

πᾶσιν ἰάματα.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Κατατήξασα πόνοις

τοῖς νυχθημέροις σου

σάρκα τὴν σήν, Ἐλισάβετ,

ἀσκητικῆς ἀγωγῆς

καὶ τῆς ἐλεημοσύνης σεμνολόγημα

τρίβον διήνυσας στενὴν

καὶ εἰς πλάτος οὐρανῶν

κατήντησας σὸν Νυμφίον

ἡμῖν θερμῶς ἱλεοῦσθαι

τοῖς εὐλαβῶς σε μακαρίζουσι.