ἔνθα τῶν Ἀγγέλων

τοῖς τάγμασι συγχαίρεις.

Θεοτοκίον.

Νέκρωσον ἡμῶν σαρκὸς κινήσεις

καὶ κόπασον τὰ χαμαίζηλα σκιρτήματα

τῶν μακαριζόντων σε,

Θεοτόκε ἄχραντε,

ὡς Ζωοδότου Κτίσαντος

μητέρα πάνσεμνον,

τὴν τέξασαν

φθορᾶς τὸν ὀλέτην,

Κεχαριτωμένη,

Ζωὴν παντὸς τοῦ κόσμου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὄμβρισον ἡμῖν

ῥανίδας σῆς χάριτος

τοῖς εὐφημοῦσί σε,

Ἐλισάβετ πάναγνε,

Ὁσίων κλέος

περιφανέστατον,

καὶ ὑετὸν τῆς σκέπης σου,

σεμνὴ ἀσκήτρια,

Ἠρακλείας

γόνε πανσεβάσμιε

καὶ λαμπὰς παρθενίας φωτόλαμπρε.

Ὕμνοις καὶ ᾠδαῖς

τιμῶντες τὴν μνήμην σου

τὴν ἀεισέβαστον

μέλπομεν σὴν ἄσκησιν,

δι’ ἧς ἀνῆλθες

τὴν θείαν κλίμακα

τῶν ἀρετῶν καὶ ἔφθασας

εἰς ὁλοκλήρωσιν,

Ἐλισάβετ,

ἡ σκληραγωγήσασα

τὸ σαρκίον συντόνοις παλαίσμασι.

Στῦλος ἀρετῆς

φωτόλαμπρος πέφηνας,

νηστείας, νήψεως,

προσευχῆς, συνέσεως,

χρηστοηθείας

καὶ ταπεινώσεως·

διό σε μακαρίζοντες

ἀπεκδεχόμεθα,

Ἐλισάβετ,

σὰς λιτὰς πρὸς Ὕψιστον,

τὸν δωρούμενον πᾶσι τὸ ἔλεος.

Θεοτοκίον.

Χαῖρε, ἀγαθή,

πιστῶν ἀγαλλίαμα,

Θεογεννήτρια,

χαῖρε, ἀειπάρθενε,

ἐμπεριστάτων

τὸ καταφύγιον,

χαῖρε, θερμὴ ἀντίληψις

ἡμῶν ἐν κλύδωσι,

χαῖρε, σκέπη