Ἡ ἐκ νεότητος Χριστοῦ τὰς ἐντολὰς τηρήσασα

καὶ Αὐτῷ εὐαρεστήσασα πόνοις συντόνου ἀσκήσεως,

ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ κινδύνων

εὐχαῖς σου ἀδιαλείπτοις πρὸς Νυμφίον σου τὸν ἐπουράνιον.

Ἦχος β΄.

Τὸ τῆς ἐκλογῆς σκεῦος καὶ θεϊκῆς ἐπαγγελίας δῶρον,

ἀσκήσει συντόνῳ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιωθεῖσαν,

Ἐλισάβετ, τὴν θεόλεκτον ἀσκήτριαν, εὐφημήσωμεν

ἐν κατανύξει αὐτῇ κραυγάζοντες·

Ἡ ἀναβᾶσα τὴν κλίμακα τῶν ἀρετῶν παιδιόθεν

καὶ καταντήσασα εἰς τὴν θέωσιν,

δεῖξον ἡμῖν τὴν σῴζουσαν τρίβον

καὶ αὐτὴν ἀξίωσον ἡμᾶς διανῦσαι

τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.

Ἦχος γ΄.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία κατεκοσμήθη σοῖς ἤθεσι

καὶ ἀμέμπτῳ πολιτείᾳ σου, Ἐλισάβετ πανύμνητε·

σὺ γὰρ ὁλοσχερῶς ἑαυτὴν Χριστῷ ἀφιερώσασα

ὑπερεφρόνησας τῶν τοῦ κόσμου γεηρῶν καὶ ἡδέων

καὶ τοῦ κάλλους τῆς σῆς νεότητος·

ὅθεν τῆς οὐρανίου ἀξιωθεῖσα ἀπολαῦσαι παστάδος

τῷ σῷ Νυμφίῳ ἐκτενῶς πρεσβεύεις

ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Ὁλικῶς Χριστὸν ἐν βίῳ ἀτενίζουσα

καὶ παρορῶσα πᾶσαν βροτείαν τερπνότητα

ὡδήγησας τὰ βήματά σου διὰ παννύχων στάσεων