Ἀπολυτίκιον Ἦχος πλ. δ’

Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Πατάπιε τὸ πνεῦμά σου.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Κανόνες ὁ Προεότιος, καὶ τοῦ Ἁγίου, φέροντες ὁμοῦ τὴν δε τὴν Ἀκροστιχίδα, ἄνευ τῶν Εἱρμῶν.

Χαρᾶς ἀνοίγει Χριστὸς ἡμῖν τὰς πύλας.

Ἐν δὲ τοῖς Θεοτόκοις

Γεωργίου

ᾨδὴ α’ Ἦχος β’ Ὁ Εἱρμὸς

«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Χαρᾶς ἡμῖν, σήμερον προκαταγγέλλονται, ταμεῖα διανοίγεσθαι, καὶ ἀποκλείεσθαι, τῆς κατάρας αἱ λύπαι, ἐν τῇ θείᾳ Συλλήψει, τῆς Θεομήτορος.

Ἄνθη τερπνά, σήμερον πιστοὶ δρεψάμενοι, ἐνθέων λόγων πλέξωμεν, τὸν προεόρτιον, στέφανον ἐγκωμίων, τὴν Παρθένον αἰνοῦντες, ἐν τῇ Συλλήψει αὐτῆς.

Τοῦ Ὁσίου

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Ῥώμην σοφέ, καὶ θείαν δύναμιν ἄνωθεν, ἐκ βρέφους ἐνδυσάμενος, πρὸς τῆς ἀσκήσεως, τοὺς ἀγῶνας προθύμως, καὶ πόνους ἀπεδύσω, Πάτερ Πατάπιε.