Ἐξ Αἰγύπτου φωστὴρ διαυγέστατος, τὴν Κωνσταντινούπολιν, φέγγει ἰάσεων, καταφωτίζων ἤστραψας, φαεινότατε Πάτερ Πατάπιε.

Θεοτοκίον

Ἐπὶ κούφης νεφέλης καθήμενος, πάλαι Αἰγυπτίοις, Χριστὸς ἐπεδήμησε, καὶ καθελὼν τὰ εἴδωλα, τῶν Ὁσίων χοροὺς ἐπεσπάσατο.

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον τοῦ Ὁσίου

Ἦχος γ’ Ἡ Παρθένος σήμερον

Τὸν ναόν σου Ἅγιε, πνευματικὸν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς προσιόντες, ἴασιν τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε τῶν ἐν τῷ βίῳ πλημμελημάτων· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.

Ὁ Οἶκος

Ἡ σορός σου Σοφὲ πᾶσι βρύει ἰάματα, ἐξ ὧν πάντες πιστοὶ ἀρυόμενοι, σῴζονται ἐκ νόσων πολλῶν, ψυχῶν καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι ῥυσθεὶς τῶν θλιβόντων με· καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ, καὶ διηγοῦμαι τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν τοὺς προσιόντας σοι θερμῶς. Διὸ δίδου ἰσχὺν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὁσιε.