Σταυρὸν ἐπ’ ὤμων λαβών, καὶ τῷ Χριστῷ ἀκολουθῶν Ὅσιε, εἰς τὰ τῆς γῆς, πέρατα διῆλθες, ἐλαύνων ἐξ αὐτῆς, τὰ τῶν πολεμίων, δαιμόνων συστήματα.

Θεοτοκίον

Ῥεῖθρα πηγάζει ἡμῖν, τὰ προεόρτια Ἁγνὴ σήμερον, τῶν νοητῶν, χαρίτων σου ἅπερ, ἀντλοῦντες δαψιλῶς, σὲ ὑμνολογοῦμεν, καὶ πόθῳ δοξάζομεν.

Ἕτερος τοῦ Ὁσίου

Ὁ φωτισμὸς

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων λάμψον μοι αἴγλην, θείαις τοῦ Ὁσίου σου ἱκεσίαις· λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου· ὄμβρισόν μοι ῥεῖθρα ἀφέσεως· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.

Λήμης παθῶν, ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας, Πάτερ θεοφόρε, δι’ ἐγκρατείας, θείᾳ ἐντεύξει σὺ διήνοιξας, κόρας πηρωθείσας καὶ διεσκέδασας, φέγγει ἰαμάτων, δεινὴν ἀμαυρότητα.

Ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος πᾶσαν, ἄφθονον χάριν, δεῦτε ἔξαντλήσωμεν ὡς ἐκ κρήνης, τῆς θείας θήκης τοῦ σοφοῦ Παταπίου· θαύματα γὰρ βρύει ὡς νάματα, πίστει τοῖς αὐτῷ, ἀδιστάκτως προστρέχουσιν.

Θεοτοκίον

Τὸν χορηγόν, τῆς ζωῆς τῶν ἁπάντων τὸν συνοχέα, τέτοκας ἀρρήτῳ κυοφορίᾳ, τὸν ἐν Ἁγίοις δοξαζόμενον Κόρη, καὶ Ὁσίοις ἀναπαυόμενον, ὃν ὑπὲρ ἡμῶν, ἐκδυσώπει Θεόνυμφε.