Προεόρτιος

ᾨδὴ θ’

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι’ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ὑπερφυεῖς ὡς ἀκτῖνας, προανίσχει τῷ κόσμῳ, ἡ Σύλληψίς σου πάνσεμνε Ἁγνή, τὰς νοουμένας τῆς χάριτος, καὶ λαμπρύνει τοὺς πόθῳ, ἐν ταύτῃ προεόρτιον ᾠδήν, τῷ Δεσπότῃ τῶν ὅλων, ἐν πίστει ἀναμέλποντας.

Λύσιν στειρώσεως Ἄννα, δεχομένη μηνύει, βροτοῖς τὴν εὐφορίαν τῶν καλῶν, καὶ εὐκαρπίαν τῆς φύσεως, καὶ καλεῖ πᾶσαν κτίσιν, ἐν σῇ Συλλήψει ἄχραντε Ἁγνή, προεόρτια δῶρα, προσάξαι σοι τὴν αἴνεσιν.

Τοῦ Ὁσίου

Ὁ αὐτὸς

Ἀπαρυσάμενος Πάτερ, ἐκ πηγῆς ἀενάου, τοῦ Πνεύματος τὴν χάριν δαψιλῶς, τῶν ἰαμάτων Πατάπιε, ταύτην πᾶσιν ἀφθόνως, παρέχεις τοῖς τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν Κτίστην μεγαλύνουσι.

Σὺν Ἀποστόλοις χορεύων, σὺν Μαρτύρων τοῖς δήμοις, Ὅσίων τε τοῖς πλήθεσι σοφέ, ἐν οὐρανίαις Πατάπιε, νῦν σκηναῖς ὑπὲρ πάντων, ἱκέτευε τὸν Κτίστην καὶ Θεόν, τῶν πιστῶς ἐκτελούντων, τὴν σεβασμίαν μνήμην σου.

Θεοτοκίον