Ἀποβαλών, ἅπασαν τὴν τῶν προσκαίρων ζωήν, καὶ κόσμον ἀρνησάμενος, τὴν ὑπερκόσμιον, νῦν ἀπείληφας δόξαν, ἧς ἔτυχες ἀσκήσει, σοφὲ Πατάπιε.

Θεοτοκίον

Γένος βροτῶν, σήμερον τῆς ἀναπλάσεως, μηνύματα εἰσδέχεται, καὶ εὐαγγέλια, τὰ τῆς υἱοθεσίας, ἐν τῇ σῇ παρ’ ἐλπίδα, Συλλήψει ἄχραντε.

Ἕτερος Κανὼν τοῦ Ἁγίου Ποίημα Θεοφάνους

Ἦχος ὁ αὐτὸς

Ἐν βυθῷ κατέστρωσε

Τοῦ φαιδροῦ σου βίου τὰ φαιδρά, μέλλων κατορθώματα, ἀνευφημεῖν, ἐκδυσωπῶ σε Ὅσιε, αἴγλην φωτοδότιδα, οὐρανόθεν μοι δωρηθῆναι ἱκέτευε, νέφος ἐκμειοῦσαν, τὸ τῆς ἀγνωσίας μου Πατάπιε.

Αἰγυπτίους πρὶν ὁ τῷ βυθῷ, κρύψας θείῳ νεύματι, ὡς ἐκ βυθοῦ, τῆς κοσμικῆς συγχύσεως, σὲ ἀναλαβόμενος, κατεφώτισε θεϊκαῖς ἐπιγνώσεσι, καὶ ὁλοφαῆ σε ἔδειξεν, ἀστέρα Πάτερ Ὅσιε.

Τῆς σαρκὸς τὰ πάθη χαλινῷ, μάκαρ τῆς ἀσκήσεως, δουλαγωγῶν τῆς ἀπαθείας ἔρωτι, ὤφθης καθαρώτατον, οἰκητήριον τοῦ Θεοῦ διὰ πίστεως, καὶ χειμαζομένων, εὔδιος λιμὴν Πάτερ Πατάπιε.

Θεοτοκίον

Τῆς ἀρχαίας λύτρωσιν ἀρᾶς, κόσμῳ παρεχόμενος, ὁ Λυτρωτής, ἐκ σοῦ Παρθένε τίκτεται, ἄνθρωπος γενόμενος, ὁ τὸν Ὅσιον, ἀναδείξας Πατάπιον, κρήνην ἰαμάτων, πᾶσι τοῖς πιστῶς αὐτῷ προστρέχουσι.