Ὑπερχυθεῖσα ἡ χάρις, τῆς Χριστοῦ εὐσπλαγχνίας, εἰς πάντας τοὺς ἀνθρώπους δαψιλῶς, σὲ μεσιτείαν παρέσχετο, τῶν αὐτοῦ δωρημάτων, τὴν πρόξενον ἁπάντων τῶν καλῶν· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.

Ἄλλος τοῦ Ὁσίου

Ἀνάρχου Γεννήτορος

Ἡμέρα σωτήριος, ἡ μνήμη σου ἐπέλαμψε, τὰς ἐν σκότει καρδίας καταφωτίζουσα, λύουσα παθῶν τὴν ὁμίχλην, υἱοὺς φωτός, δεικνύουσα Πάτερ, τοὺς σὲ νῦν γεραίροντας, τοῦ Κυρίου τὸν θεράποντα.

Θηβαίων τὸ καύχημα, τὸ τῆς ἐρήμου βλάστημα, Μοναζόντων τὸ κλέος καὶ τὴν εὐπρέπειαν, τὸν τῆς Βυζαντίδος φωστῆρα, τὸν ἐπὶ γῆς, Ἄγγελον φανέντα, Πατάπιον ἅπαντες, ἐπαξίως μακαρίσωμεν.

Ἀγγέλων ἐφάμιλλος, Ὁσίων ἰσοστάσιος, Προφητῶν Ἀποστόλων, Μαρτύρων Ἱεραρχῶν, Ὁσίων συμμέτοχος πέλων, καὶ τῇ σεπτῇ, Τριάδι λατρεύων, νοὸς καθαρότητι, ὑπέρ πάντων ἡμῶν πρέσβευε.

Θεοτοκίον

Τὸ μέγα Μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς Ἱερούς, εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, Θεοτόκε ἀπειρόγαμε.

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».