Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Η’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.

Στίχοι

Φθαρτὸν λελοιπὼς Πατάπιε γῆς πὰτον,

Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.

Ὀγδοάτῃ Πατάπιε χλόης πέδον ἀμφεπάτησας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου.

Στίχοι

Ἀποστόλους σήμερον ἑπτὰ γεραίρω,

Ὡς γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου.

Στίχοι

Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,

Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.

Ταῖς αὐτῶν Ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Προεόρτιος

ᾨδὴ ζ’ Ὁ Εἱρμὸς

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ χάρις Θεοῦ, τὰ προοίμια αὐτῆς ἐν τῇ Συλλήψει, τῆς Παναχράντου καταβάλλεται, τῇ ἀνθρωπότητι σήμερον, ἣν προεορτάζοντες πόθῳ, ἀναβοῶμεν καὶ λέγομεν· Εὐλογητος εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.