Λειμῶσι τῆς ἀσκήσεως, καθάπερ κρίνον ἤνθισας, εὐωδιάζων Ὅσιε, τὰς καρδίας τῶν ἀνυμνούντων σε, καὶ τελούντων σου, πίστει τὸ μνημόσυνον.

Θεοτοκίον

Ἀγκάλαις ἐποχούμενος, τῆς Τεκούσης Κύριε, τὰ τῆς Αἰγύπτου εἴδωλα, δυναστείᾳ τῇ σῇ συνέτριψας, ἐξ ἧς πλῆθος Ὁσίων ἀνεβλάστησεν.

Ὁ Εἱρμὸς

«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».


Κάθισμα τοῦ Ὅσίου

Ἦχος γ’ Τὴν ὡραιότητα

Πάθη τοῦ σώματος, Θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ ἰαμάτων ποταμούς, Πατάπιε ἀνέβλυσας· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, πίστει θερμῇ θεομακάριστε.

Δόξα… Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Τὴν πτωχείαν τοῦ Λόγου τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος Ὅσιε, τῶν Μοναστῶν ἐδείχθης, διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, τοῖς ἐνθέοις λογίοις σου, θεοφόρε Πατάπιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.